Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.260 Joseph. AJ 6.264 (English) >>Joseph. AJ 6.269

6.263ὅτι μέχρις οὗ μέν εἰσιν ἰδιῶταί τινες καὶ ταπεινοὶ τῷ μὴ δύνασθαι χρῆσθαι τῇ φύσει μηδὲ τολμᾶν ὅσα θέλουσιν ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ μόνον διώκουσι τὸ δίκαιον, καὶ πρὸς αὐτῷ τὴν πᾶσαν εὔνοιάν τε καὶ σπουδὴν ἔχουσι τότε, καὶ περὶ τοῦ θείου πεπιστεύκασιν, ὅτι πᾶσι τοῖς γινομένοις ἐν τῷ βίῳ πάρεστι καὶ οὐ τὰ ἔργα μόνον ὁρᾷ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰς διανοίας ἤδη σαφῶς οἶδεν, ἀφʼ ὧν μέλλει ταῦτα ἔσεσθαι· 6.264ὅταν δὲ εἰς ἐξουσίαν παρέλθωσι καὶ δυναστείαν, τότε πάντʼ ἐκεῖνα μετεκδυσάμενοι καὶ ὥσπερ ἐπὶ σκηνῆς προσωπεῖα τὰ ἤθη καὶ τοὺς τρόπους ἀποθέμενοι μεταλαμβάνουσι τόλμαν ἀπόνοιαν καταφρόνησιν ἀνθρωπίνων τε καὶ θείων, 6.265καὶ ὅτε μάλιστα δεῖ τῆς εὐσεβείας αὐτοῖς καὶ τῆς δικαιοσύνης ἔγγιστα τοῦ φθονεῖσθαι γεγενημένοις καὶ πᾶσι φανεροῖς ἐφʼ οἷς ἂν νοήσωσιν πράξωσι καθεστῶσι, τόθʼ ὡς οὐκέτι βλέποντος αὐτοὺς τοῦ θεοῦ διὰ τὴν ἐξουσίαν δεδιότος οὕτως ἐμπαροινοῦσι τοῖς πράγμασιν. 6.266 δʼ ἂν φοβηθῶσιν ἀκούσαντες μισῶσι θελήσαντες στέρξωσιν ἀλόγως, ταῦτα κύρια καὶ βέβαια καὶ ἀληθῆ καὶ ἀνθρώποις ἀρεστὰ καὶ τῷ θεῷ δοκοῦσι, τῶν δὲ μελλόντων λόγος αὐτοῖς οὐδὲ εἷς· 6.267ἀλλὰ τιμῶσι μὲν τοὺς πολλὰ ταλαιπωρήσαντας, τιμήσαντες δὲ φθονοῦσι, καὶ παραγαγόντες εἰς ἐπιφάνειαν οὐ ταύτης ἀφαιροῦνται μόνον τοὺς τετυχηκότας, ἀλλὰ διὰ ταύτην καὶ τοῦ ζῆν ἐπὶ πονηραῖς αἰτίαις καὶ διʼ ὑπερβολὴν αὐτῶν ἀπιθάνοις· κολάζουσι δʼ οὐκ ἐπʼ ἔργοις δίκης ἀξίοις, ἀλλʼ ἐπὶ διαβολαῖς καὶ κατηγορίαις ἀβασανίστοις, οὐδʼ ὅσους ἔδει τοῦτο παθεῖν, ἀλλʼ ὅσους ἀποκτεῖναι δύνανται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.260 Joseph. AJ 6.264 (English) >>Joseph. AJ 6.269

Powered by PhiloLogic